Words
59
Reading
1 min
Listen
Play
8y
«Σήμερον κρεμᾶται ἐπὶ ξύλου ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας. Στέφανον ἐξ ἀκανθῶν περιτίθεται ὁ τῶν ἀγγέλων Βασιλεύς. Ψευδῆ πορφύραν περιβάλλεται ὁ περιβάλλων τὸν οὐρανὸν ἐν Νεφέλαις. Ῥάπισμα κατεδέξατο ὁ ἐν Ἰορδάνῃ ἐλευθερώσας τὸν Ἀδάμ. Ἥλοις προσηλώθη ὁ Νυμφίος τῆς Ἐκκλησίας. Λόγχῃ ἐκεντήθη ὁ Υἱὸς τῆς Παρθένου. Προσκυνοῦμεν σου τὰ πάθη, Χριστέ. Δεῖξον ἡμῖν καὶ τὴν ἔνδοξόν σου ἀνάστασιν».
RE: Holy Thursday of Easter Holy Week Pascha of Christian Orthodoxy - April 5, 2018 St Sozon Church, Menidi, Athens, Greece